Demosthenes, Speeches (XML Header) [genre: prose; rhetoric] [word count] [lemma count] [Dem.]. | ||
<<Dem. 58 | Dem. 59 (English) | >>Dem. 60 |
59.1
59.2
59.11
59.14
Συνηγορία
59.16
Νόμος
ἐὰν δὲ ξένος ἀστῇ συνοικῇ τέχνῃ ἢ μηχανῇ ᾑτινιοῦν ,γραφέσθω πρὸς τοὺς θεσμοθέτας Ἀθηναίων ὁ βουλόμενος οἷς ἔξεστιν .ἐὰν δὲ ἁλῷ ,πεπράσθω καὶ αὐτὸς καὶ ἡ οὐσία αὐτοῦ ,καὶ τὸ τρίτον μέρος ἔστω τοῦ ἑλόντος .ἔστω δὲ καὶ ἐὰν ἡ ξένη τῷ ἀστῷ συνοικῇ κατὰ ταὐτά ,καὶ ὁ συνοικῶν τῇ ξένῃ τῇ ἁλούσῃ ὀφειλέτω χιλίας δραχμάς .
59.17
59.18
Μαρτυρία
Φιλόστρατος Διονυσίου Κολωνῆθεν μαρτυρεῖ εἰδέναι Νέαιραν Νικαρέτης οὖσαν ,ἧσπερ καὶ Μετάνειρα ἐγένετο ,καὶ κατάγεσθαι παρʼ αὑτῷ ,ὅτε εἰς τὰ μυστήρια ἐπεδήμησαν ἐν Κορίνθῳ οἰκοῦσαι ·καταστῆσαι δὲ αὐτὰς ὡς αὑτὸν Λυσίαν τὸν Κεφάλου ,φίλον ὄντα ἑαυτῷ καὶ ἐπιτήδειον .
59.24
Μάρτυρες
Εὐφίλητος Σίμωνος Αἰξωνεύς ,Ἀριστόμαχος Κριτοδήμου Ἀλωπεκῆθεν ,μαρτυροῦσιν εἰδέναι Σῖμον τὸν Θετταλὸν ἀφικόμενον Ἀθήναζε εἰς τὰ Παναθήναια τὰ μεγάλα ,καὶ μετʼ αὐτοῦ Νικαρέτην καὶ Νέαιραν τὴν νυνὶ ἀγωνιζομένην ·καὶ κατάγεσθαι αὐτοὺς παρὰ Κτησίππῳ τῷ Γλαυκωνίδου ,καὶ συμπίνειν μετʼ αὐτῶν Νέαιραν ὡς ἑταίραν οὖσαν καὶ ἄλλων πολλῶν παρόντων καὶ συμπινόντων παρὰ Κτησίππῳ .
59.26
Μαρτυρία
Ἵππαρχος Ἀθμονεὺς μαρτυρεῖ Ξενοκλείδην καὶ αὑτὸν μισθώσασθαι Νέαιραν ἐν Κορίνθῳ τὴν νῦν ἀγωνιζομένην ,ὡς ἑταίραν οὖσαν τῶν μισθαρνουσῶν ,καὶ συμπίνειν ἐν Κορίνθῳ Νέαιραν μεθʼ αὑτοῦ καὶ Ξενοκλείδου τοῦ ποιητοῦ .
59.29
Μαρτυρία
Φίλαγρος Μελιτεὺς μαρτυρεῖ παρεῖναι ἐν Κορίνθῳ ,ὅτε Φρυνίων ὁ Δημοχάρους ἀδελφὸς κατετίθει εἴκοσι μνᾶς Νεαίρας τῆς νῦν ἀγωνιζομένης Τιμανορίδᾳ τῷ Κορινθίῳ καὶ Εὐκράτει τῷ Λευκαδίῳ ,καὶ καταθεὶς τὸ ἀργύριον ᾤχετο ἀπάγων Ἀθήναζε Νέαιραν .
59.33
Μαρτυρία
Χιωνίδης Ξυπεταιών ,Εὐθετίων Κυδαθηναιεὺς μαρτυροῦσι κληθῆναι ὑπὸ Χαβρίου ἐπὶ δεῖπνον ,ὅτε τὰ ἐπινίκια εἱστία Χαβρίας τῆς νίκης τοῦ ἅρματος ,καὶ ἑστιᾶσθαι ἐπὶ Κωλιάδι ,καὶ εἰδέναι Φρυνίωνα παρόντα ἐν τῷ δείπνῳ τούτῳ ἔχοντα Νέαιραν τὴν νυνὶ ἀγωνιζομένην ,καὶ καθεύδειν σφᾶς αὐτοὺς καὶ Φρυνίωνα καὶ Νέαιραν ,καὶ αἰσθάνεσθαι αὐτοὶ ἀνισταμένους τῆς νυκτὸς πρὸς Νέαιραν ἄλλους τε καὶ τῶν διακόνων τινάς ,οἳ ἦσαν Χαβρίου οἰκέται .
59.35
Μαρτυρία
Αἰήτης Κειριάδης μαρτυρεῖ πολεμαρχοῦντος αὑτοῦ κατεγγυηθῆναι Νέαιραν τὴν νυνὶ ἀγωνιζομένην ὑπὸ Φρυνίωνος τοῦ Δημοχάρους ἀδελφοῦ ,καὶ ἐγγυητὰς γενέσθαι Νεαίρας Στέφανον Ἐροιάδην ,Γλαυκέτην Κηφισιέα ,Ἀριστοκράτην Φαληρέα .
59.41
59.45
Μαρτυρία
Σάτυρος Ἀλωπεκῆθεν ,Σαυρίας Λαμπτρεύς ,Διογείτων Ἀχαρνεὺς μαρτυροῦσι διαλλάξαι διαιτηταὶ γενόμενοι περὶ Νεαίρας τῆς νυνὶ ἀγωνιζομένης Στέφανον καὶ Φρυνίωνα ·τὰς δὲ διαλλαγὰς εἶναι ,καθʼ ἃς διήλλαξαν ,οἵας παρέχεται Ἀπολλόδωρος .
Διαλλαγαί
κατὰ τάδε διήλλαξαν Φρυνίωνα καὶ Στέφανον ,χρῆσθαι ἑκάτερον Νεαίρᾳ τὰς ἴσας ἡμέρας τοῦ μηνὸς παρʼ ἑαυτοῖς ἔχοντας ,ἂν μή τι ἄλλο αὐτοὶ αὑτοῖς συγχωρήσωσιν .
59.48
Μάρτυρες
Εὔβουλος Προβαλίσιος ,Διοπείθης Μελιτεύς ,Κτήσων ἐκ Κεραμέων μαρτυροῦσιν ,ἐπειδὴ αἱ διαλλαγαὶ ἐγένοντο αἱ περὶ Νεαίρας Φρυνίωνι καὶ Στεφάνῳ ,πολλάκις συνδειπνῆσαι αὐτοῖς καὶ συμπίνειν μετὰ Νεαίρας τῆς νυνὶ ἀγωνιζομένης ,καὶ ὁπότε παρὰ Στεφάνῳ εἴη Νέαιρα καὶ ὁπότε παρὰ Φρυνίωνι .
59.49
Νόμος
ἐὰν δέ τις ἐκδῷ ξένην γυναῖκα ἀνδρὶ Ἀθηναίῳ ὡς ἑαυτῷ προσήκουσαν ,ἄτιμος ἔστω ,καὶ ἡ οὐσία αὐτοῦ δημοσία ἔστω ,καὶ τοῦ ἑλόντος τὸ τρίτον μέρος .γραφέσθων δὲ πρὸς τοὺς θεσμοθέτας οἷς ἔξεστιν ,καθάπερ τῆς ξενίας .
59.53
Μαρτυρία
Φράστωρ Αἰγιλιεὺς μαρτυρεῖ ,ἐπειδὴ ᾔσθετο Νεαίρας θυγατέρα ἐγγυήσαντα αὑτῷ Στέφανον ὡς ἑαυτοῦ οὖσαν θυγατέρα ,γράψασθαι αὐτὸν γραφὴν πρὸς τοὺς θεσμοθέτας κατὰ τὸν νόμον ,καὶ τὴν ἄνθρωπον ἐκβαλεῖν ἐκ τῆς ἑαυτοῦ οἰκίας καὶ οὐκέτι συνοικεῖν αὐτῇ ,καὶ λαχόντος αὑτῷ Στεφάνου εἰς Ὠιδεῖον σίτου διαλύσασθαι πρὸς αὑτὸν Στέφανον ,ὥστε τὴν γραφὴν ἀναιρεθῆναι παρὰ τῶν θεσμοθετῶν καὶ τὴν δίκην τοῦ σίτου ἣν ἔλαχεν ἐμοὶ Στέφανος .
59.55
Μάρτυρες
Τιμόστρατος Ἑκάληθεν ,Ξάνθιππος Ἐροιάδης ,Εὐάλκης Φαληρεύς ,Ἄνυτος Λακιάδης ,Εὐφράνωρ Αἰγιλιεύς ,Νίκιππος Κεφαλῆθεν μαρτυροῦσιν εἶναι καὶ αὑτοὺς καὶ Φράστορα τὸν Αἰγιλιέα τῶν γεννητῶν οἳ καλοῦνται Βρυτίδαι ,καὶ ἀξιοῦντος Φράστορος εἰσάγειν τὸν υἱὸν <τὸν >αὑτοῦ εἰς τοὺς γεννήτας ,εἰδότες αὐτοὶ ὅτι Φράστορος υἱὸς εἴη ἐκ τῆς θυγατρὸς τῆς Νεαίρας ,κωλύειν εἰσάγειν Φράστορα τὸν υἱόν .
59.62
59.64
Μάρτυρες
Ναυσίφιλος Κεφαλῆθεν ,Ἀριστόμαχος Κεφαλῆθεν μαρτυροῦσιν ἐγγυηταὶ γενέσθαι Ἐπαινέτου τοῦ Ἀνδρίου ,ὅτʼ ἔφη Στέφανος μοιχὸν εἰληφέναι Ἐπαίνετον ·καὶ ἐπειδὴ ἐξῆλθεν Ἐπαίνετος παρὰ Στεφάνου καὶ κύριος ἐγένετο αὑτοῦ ,γράψασθαι γραφὴν Στέφανον πρὸς τοὺς θεσμοθέτας ,ὅτι αὐτὸν ἀδίκως εἷρξεν ·καὶ αὐτοὶ διαλλακταὶ γενόμενοι διαλλάξαι Ἐπαίνετον καὶ Στέφανον ·τὰς δὲ διαλλαγὰς εἶναι ἃς παρέχεται Ἀπολλόδωρος .
Διαλλαγαί
ἐπὶ τοῖσδε διήλλαξαν Στέφανον καὶ Ἐπαίνετον οἱ διαλλακταί ,τῶν μὲν γεγενημένων περὶ τὸν εἱργμὸν μηδεμίαν μνείαν ἔχειν ,Ἐπαίνετον δὲ δοῦναι χιλίας δραχμὰς Φανοῖ εἰς ἔκδοσιν ,ἐπειδὴ κέχρηται αὐτῇ πολλάκις ·Στέφανον δὲ παρέχειν Φανὼ Ἐπαινέτῳ ,ὁπόταν ἐπιδημῇ καὶ βούληται συνεῖναι αὐτῇ .
59.72
59.74
59.78
Ὅρκος Γεραρῶν
ἁγιστεύω καὶ εἰμὶ καθαρὰ καὶ ἁγνὴ ἀπό <τε >τῶν ἄλλων τῶν οὐ καθαρευόντων καὶ ἀπʼ ἀνδρὸς συνουσίας ,καὶ τὰ θεοίνια καὶ τὰ ἰοβάκχεια γεραρῶ τῷ Διονύσῳ κατὰ τὰ πάτρια καὶ ἐν τοῖς καθήκουσι χρόνοις .
59.79
Μαρτυρία
Θεογένης Ἑρχιεὺς μαρτυρεῖ ,ὅτε αὐτὸς ἐβασίλευεν ,γῆμαι Φανὼ ὡς Στεφάνου οὖσαν θυγατέρα ,ἐπεὶ δὲ ᾔσθετο ἐξηπατημένος ,τήν τε ἄνθρωπον ἐκβαλεῖν καὶ οὐκέτι συνοικεῖν αὐτῇ ,καὶ Στέφανον ἀπελάσαι ἀπὸ τῆς παρεδρίας καὶ οὐκ ἐᾶν ἔτι παρεδρεύειν αὑτῷ .
59.85
Νόμος Μοιχείας
ἐπειδὰν δὲ ἕλῃ τὸν μοιχόν ,μὴ ἐξέστω τῷ ἑλόντι συνοικεῖν τῇ γυναικί ·ἐὰν δὲ συνοικῇ ,ἄτιμος ἔστω .μηδὲ τῇ γυναικὶ ἐξέστω εἰσιέναι εἰς τὰ ἱερὰ τὰ δημοτελῆ ,ἐφʼ ᾗ ἂν μοιχὸς ἁλῷ ·ἐὰν δʼ εἰσίῃ ,νηποινεὶ πασχέτω ὅ τι ἂν πάσχῃ ,πλὴν θανάτου .
59.88
59.94
Thuc. 1.132.2Ἑλλήνων ἀρχηγός ,ἐπεὶ στρατὸν ὤλεσε Μήδων ,
Παυσανίας Φοίβῳ μνῆμʼ ἀνέθηκε τόδε ,
Ψήφισμα περὶ Πλαταιέων
Ἱπποκράτης εἶπεν ,Πλαταιέας εἶναι Ἀθηναίους ἀπὸ τῆσδε τῆς ἡμέρας ,ἐπιτίμους καθάπερ οἱ ἄλλοι Ἀθηναῖοι ,καὶ μετεῖναι αὐτοῖς ὧνπερ Ἀθηναίοις μέτεστι πάντων ,καὶ ἱερῶν καὶ ὁσίων ,πλὴν εἴ τις ἱερωσύνη ἢ τελετή ἐστιν ἐκ γένους ,μηδὲ τῶν ἐννέα ἀρχόντων ,τοῖς δʼ ἐκ τούτων .κατανεῖμαι δὲ τοὺς Πλαταιέας εἰς τοὺς δήμους καὶ τὰς φυλάς .ἐπειδὰν δὲ νεμηθῶσι ,μὴ ἐξέστω ἔτι Ἀθηναίῳ μηδενὶ γίγνεσθαι Πλαταιέων ,μὴ εὑρομένῳ παρὰ τοῦ δήμου τοῦ Ἀθηναίων .
59.105
59.107
59.116
59.118
Μαρτυρία
Ἱπποκράτης Ἱπποκράτους Προβαλίσιος ,Δημοσθένης Δημοσθένους Παιανιεύς ,Διοφάνης Διοφάνους Ἀλωπεκῆθεν ,Δεινομένης Ἀρχελάου Κυδαθηναιεύς ,Δεινίας Φόρμου Κυδαντίδης ,Λυσίμαχος Λυσίππου Αἰγιλιεὺς μαρτυροῦσι παρεῖναι ἐν ἀγορᾷ ὅτʼ Ἀπολλόδωρος προὐκαλεῖτο Στέφανον ,ἀξιῶν παραδοῦναι εἰς βάσανον τὰς θεραπαίνας περὶ ὧν ᾐτιᾶτο Ἀπολλόδωρος Στέφανον περὶ Νεαίρας ·Στέφανον δʼ οὐκ ἐθελῆσαι παραδοῦναι τὰς θεραπαίνας ·τὴν δὲ πρόκλησιν εἶναι ἣν παρέχεται Ἀπολλόδωρος .
59.124
Πρόκλησις
τάδε προὐκαλεῖτο Ἀπολλόδωρος Στέφανον περὶ ὧν τὴν γραφὴν γέγραπται Νέαιραν ,ξένην οὖσαν ἀστῷ συνοικεῖν ,ἕτοιμος ὢν τὰς θεραπαίνας παραλαμβάνειν τὰς Νεαίρας ,ἃς ἐκ Μεγάρων ἔχουσα ἦλθεν ,Θρᾷτταν καὶ Κοκκαλίνην ,καὶ ἃς ὕστερον παρὰ Στεφάνῳ ἐκτήσατο ,Ξεννίδα καὶ Δροσίδα ,τὰς εἰδυίας ἀκριβῶς περὶ τῶν παίδων τῶν ὄντων Νεαίρᾳ ,ὅτι <οὐκ >ἐκ Στεφάνου εἰσίν ,Πρόξενός τε ὁ τελευτήσας καὶ Ἀρίστων ὁ νῦν ὢν καὶ Ἀντιδωρίδης ὁ σταδιοδρομῶν καὶ Φανώ ,ἐφʼ ᾧ τε βασανίσαι αὐτάς .καὶ εἰ μὲν ὁμολογοῖεν ἐκ Στεφάνου εἶναι καὶ Νεαίρας τούτους τοὺς παῖδας ,πεπρᾶσθαι Νέαιραν κατὰ τοὺς νόμους καὶ τοὺς παῖδας ξένους εἶναι ·εἰ δὲ μὴ ὁμολογοῖεν ἐκ ταύτης εἶναι αὐτοὺς ἀλλʼ ἐξ ἑτέρας γυναικὸς ἀστῆς ,ἀφίστασθαι τοῦ ἀγῶνος ἤθελον τοῦ Νεαίρας ,καὶ εἴ τι ἐκ τῶν βασάνων βλαφθείησαν αἱ ἄνθρωποι ,ἀποτίνειν ὅ τι βλαβείησαν .
59.125
59.126
Demosthenes, Speeches (XML Header) [genre: prose; rhetoric] [word count] [lemma count] [Dem.]. | ||
<<Dem. 58 | Dem. 59 (English) | >>Dem. 60 |